Δήμητρος Ἐλευσινίας,
θυμίαμα στύρακα
Δηώ, παμμήτειρα θεά, πολυώνυμε δαῖμον, σεμνὴ Δήμητερ, κουροτρόφε, ὀλβιοδῶτι, πλουτοδότειρα θεά, σταχυοτρόφε, παντοδότειρα, εἰρήνηι χαίρουσα καὶ ἐργασίαις πολυμόχθοις, σπερμεία, σωρῖτι, ἀλωαία, χλοόκαρπε, ἣ ναίεις ἁγνοῖσιν Ἐλευσῖνος γυάλοισιν, ἱμερόεσσ᾽, ἐρατή, θνητῶν θρέπτειρα προπάντων, ἡ πρώτη ζεύξασα βοῶν ἀροτῆρα τένοντα καὶ βίον ἱμερόεντα βροτοῖς πολύολβον ἀνεῖσα, αὐξιθαλής, Βρομίοιο συνέστιος, ἀγλαότιμος, λαμπαδόεσσ᾽, ἁγνή, δρεπάνοις χαίρουσα θερείοις· σὺ χθονία, σὺ δὲ φαινομένη, σὺ δε πᾶσι προσηνής· εὔτεκνε, παιδοφίλη, σεμνή, κουροτρόφε κούρα, ἅρμα δρακοντείοισιν ὑποζεύξασα χαλινοῖς ἐγκυκλίοις δίναις περὶ σὸν θρόνον εὐάζουσα, μουνογενής, πολύτεκνε θεά, πολυπότνια θνητοῖς, ἧς πολλαὶ μορφαί, πολυάνθεμοι, ἱεροθαλεῖς. ἐλθέ, μάκαιρ᾽, ἁγνή, καρποῖς βρίθουσα θερείοις, εἰρήνην κατάγουσα καὶ εὐνομίην ἐρατεινὴν καὶ πλοῦτον πολύολβον, ὁμοῦ δ᾽ ὑγίειαν ἄνασσαν.
Ὕμνος Περσεφόνης
Φερσεφόνη, ѳύγατερ μεγάλου Διός, ἐλѳέ, μάκαιρα,
μουνογένεια ѳεά, κεχαρισμένα δ' ἱερὰ δέξαι,
Πλούτωνος πολύτιμε δάμαρ, κεδνή, βιοδῶτι,
ἣ κατέχεις Ἀίδαο πύλας ὑπὸ κεύѳεα γαίης,
Πραξιδίκη, ἐρατοπλόκαμε, Δηοῦς ѳάλος ἁγνόν,
Εὐμενίδων γενέτειρα, ὑποχѳονίων βασίλεια,
ἣν Ζεὺς ἀρρήτοισι γοναῖς τεκνώσατο κούρην,
μῆτερ ἐριβρεμέτου πολυμόρφου Εὐβουλῆος,
Ὡρῶν συμπαίκτειρα, φαεσφόρε, ἀγλαόμορφε,
σεμνή, παντοκράτειρα, κόρη καρποῖσι βρύουσα,
εὐφεγγής, κερόεσσα, μόνη
ѳνητοῖσι ποѳεινή,
εἰαρινή, λειμωνιάσιν
χαίρουσα πνοῆισιν,
ἱερὸν ἐκφαίνουσα δέμας βλαστοῖς χλοοκάρποις,
ἁρπαγιμαῖα λέχη μετοπωρινὰ νυμφευѳεῖσα,
ζωὴ καὶ ѳάνατος μούνη ѳνητοῖς πολυμόχѳοις,
Φερσεφόνη· φέρβεις γὰρ ἀεὶ καὶ πάντα φονεύεις.
κλῦѳι, μάκαιρα ѳεά, καρποὺς δ' ἀνάπεμπ' ἀπὸ γαίης
εἰρήνηι ѳάλλουσα καὶ ἠπιοχείρωι ὑγείαι
καὶ βίωι εὐόλβωι λιπαρὸν γῆρας κατάγοντι
πρὸς σὸν χῶρον, ἄνασσα, καὶ εὐδύνατον Πλούτωνα.
2 σχόλια:
η γλώσσα μας.. γεμάτη ομορφιες...
καλησπέρα Παρασκευή... να'σαι καλά...
Δημοσίευση σχολίου